Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.141 Joseph. AJ 4.145 (English) >>Joseph. AJ 4.150

4.143ἔλεγε δʼ ὡς οὐκ ἄξια δρῷεν οὔτʼ αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δʼ ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλʼ ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. 4.144πρὸς τούτοις δʼ οὐδʼ εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας διʼ εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον. 4.145

Ἀναστὰς δὲ μετʼ αὐτὸν Ζαμβρίαςἀλλὰ σὺ μέν, εἶπεν, Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος· ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους. 4.146ἐμὲ δʼ οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάττεις τυραννικῶς λάβοις· οὐ γὰρ ἄλλο τι μέχρι νῦν προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουργεῖς ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, τῶν ἐλευθέρων ἐστὶ καὶ δεσπότην οὐκ ἐχόντων. 4.147χαλεπώτερος δʼ ἂν οὕτως Αἰγυπτίων Ἑβραίοις γένοιο τιμωρεῖν ἀξιῶν κατὰ τοὺς νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δʼ ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις τὰ παρʼ ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ἀτοπίαν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.141 Joseph. AJ 4.145 (English) >>Joseph. AJ 4.150

Powered by PhiloLogic